Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.104 Joseph. AJ 6.109 (English) >>Joseph. AJ 6.114

6.107καθεζόμενοι δʼ αὐτός τε καὶ παῖς αὐτοῦ καὶ ἀρχιερεὺς Ἐχίας ἀπόγονος ὢν Ἠλὶ τοῦ ἀρχιερέως ἐπὶ βουνοῦ ὑψηλοῦ καὶ τὴν γῆν λεηλατουμένην ὁρῶντες ἐν ἀγωνίᾳ δεινῇ καθεστήκεσαν. συντίθεται δὲ Σαούλου παῖς τῷ ὁπλοφόρῳ, κρύφα πορευθέντες αὐτοὶ εἰς τὴν τῶν πολεμίων παρεμβολὴν ἐκδραμεῖν καὶ ταραχὴν ἐμποιῆσαι καὶ θόρυβον αὐτοῖς. 6.108τοῦ δὲ ὁπλοφόρου προθύμως ἕπεσθαι φήσαντος ὅποι ποτʼ ἂν ἡγῆται, κἂν ἀποθανεῖν δέῃ, προσλαβὼν τὴν τοῦ νεανίσκου συνεργίαν καὶ καταβὰς ἀπὸ τοῦ βουνοῦ πρὸς τοὺς πολεμίους ἐπορεύετο. ἦν δὲ τὸ τῶν πολεμίων στρατόπεδον ἐπὶ κρημνοῦ, τρισὶν ἄκραις εἰς λεπτὸν ἀπηκονημέναις μῆκος πέτρας ἐν κύκλῳ περιστεφανούσης ὥσπερ προβόλοις τὰς ἐπιχειρήσεις ἀπομαχόμενον. 6.109ἔνθεν συνέβαινεν ἠμελῆσθαι τὰς φυλακὰς τοῦ στρατοπέδου διὰ τὸ φύσει περιεῖναι τῷ χωρίῳ τὴν ἀσφάλειαν καὶ παντὶ νομίζειν ἀμήχανον εἶναι κατʼ ἐκείνας οὐκ ἀναβῆναι μόνον ἀλλὰ καὶ προσελθεῖν. 6.110ὡς οὖν ἧκον εἰς τὴν παρεμβολὴν Ἰωνάθης παρεθάρσυνε τὸν ὁπλοφόρον καὶπροσβάλωμεν τοῖς πολεμίοις, ἔλεγε, κἂν μὲν ἀναβῆναι κελεύσωσι πρὸς αὑτοὺς ἡμᾶς ἰδόντες σημεῖον τοῦτο νίκης ὑπολάμβανε, ἐὰν δὲ φθέγξωνται μηδὲν ὡς οὐ καλοῦντες ἡμᾶς ὑποστρέψωμεν.” 6.111 προσιόντων δὲ αὐτῶν τῷ στρατοπέδῳ τῶν πολεμίων ὑποφαινούσης ἤδη τῆς ἡμέρας ἰδόντες οἱ Παλαιστῖνοι πρὸς ἀλλήλους ἔλεγον ἐκ τῶν ὑπονόμων καὶ σπηλαίων προϊέναι τοὺς Ἑβραίους, καὶ πρὸς Ἰωνάθην καὶ τὸν ὁπλοφόρον αὐτοῦδεῦτε, ἔφασαν, ἀνέλθετε πρὸς ἡμᾶς, ἵνα


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.104 Joseph. AJ 6.109 (English) >>Joseph. AJ 6.114

Powered by PhiloLogic